Proverbs 13

1υἱὸς πανοῦργος ὑπήκοος πατρί, υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ. 2ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός, ψυχαὶ δὲ παρανόμων ὀλοῦνται ἄωροι. 3ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν· δὲ προπετὴς χείλεσιν πτοήσει ἑαυτόν. 4ἐν ἐπιθυμίαις ἐστὶν πᾶς ἀεργός, χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ. 5λόγον ἄδικον μισεῖ δίκαιος, ἀσεβὴς δὲ αἰσχύνεται καὶ οὐχ ἕξει παρρησίαν. 6δικαιοσύνη φυλάσσει ἀκάκους, τοὺς δὲ ἀσεβεῖς φαύλους ποιεῖ ἁμαρτία. 7εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ. 8λύτρον ἀνδρὸς ψυχῆς ἴδιος πλοῦτος, πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. 9φῶς δικαίοις διὰ παντός, φῶς δὲ ἀσεβῶν σβέννυται.
LXX: Pro.13:9 #A
ψυχαι δολιαι πλανωνται εν αμαρτιαις δικαιοι δε οικτιρουσιν και ελεωσιν
10κακὸς μεθ' ὕβρεως πράσσει κακά, οἱ δὲ ἑαυτῶν ἐπιγνώμονες σοφοί. 11ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται, δὲ συνάγων ἑαυτῷ μετ' εὐσεβείας πληθυνθήσεται· δίκαιος οἰκτίρει καὶ κιχρᾷ. 12κρείσσων ἐναρχόμενος βοηθῶν καρδίᾳ τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος· δένδρον γὰρ ζωῆς ἐπιθυμία ἀγαθή. 13ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπ' αὐτοῦ· δὲ φοβούμενος ἐντολήν, οὗτος ὑγιαίνει.
LXX: Pro.13:13 #A
υιω δολιω ουδεν εσται αγαθον οικετη δε σοφω ευοδοι εσονται πραξεις και κατευθυνθησεται η οδος αυτου
14νόμος σοφοῦ πηγὴ ζωῆς, δὲ ἄνους ὑπὸ παγίδος θανεῖται. 15σύνεσις ἀγαθὴ δίδωσιν χάριν, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς, ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλείᾳ. 16πᾶς πανοῦργος πράσσει μετὰ γνώσεως, δὲ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν. 17βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά, ἄγγελος δὲ πιστὸς ῥύσεται αὐτόν. 18πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία, δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται. 19ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσιν ψυχήν, ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως. 20 συμπορευόμενος σοφοῖς σοφὸς ἔσται, δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται. 21ἁμαρτάνοντας καταδιώξεται κακά, τοὺς δὲ δικαίους καταλήμψεται ἀγαθά. 22ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν, θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβὼν. 23δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά, ἄδικοι δὲ ἀπολοῦνται συντόμως. 24ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ· δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει. 25δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς.
Copyright information for LXX